65ος Ψαλμός Псалом 65: Чтобы лукавый не приносил искушения в дома и скорби семьям.

ἀναστάσεως ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ δότε δόξαν αἰνέσει αὐτοῦ εἴπατε τῷ θεῷ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τῷ πλή­θει τῆς δυνάμεώς σου ψεύ­σον­ταί σε οἱ ἐχθροί σου πᾶσα ἡ γῆ προ­σκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τῷ ὀνόματί σου δια­́ψαλμα δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ μεταστρέφων τὴν θάλασ­σαν εἰς ξηράν ἐν ποταμῷ διελεύ­σον­ται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ τῷ δεσπόζον­τι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπι­̀ τὰ ἔθνη ἐπι­βλέπουσιν οἱ παρα­πικραίνον­τες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς δια­́ψαλμα εὐλογεῖτε ἔθνη τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ τοῦ θε­μέ­νου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόν­τος εἰς σάλον τοὺς πόδας μου ὅτι ἐδοκίμασας ἡμᾶς ὁ θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπι­̀ τὸν νῶτον ἡμῶν ἐπεβίβασας ἀνθρώπους ἐπι­̀ τὰς κεφαλὰς ἡμῶν διήλθομεν δια­̀ πυρὸς καὶ ὕδα­τος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν εἰσελεύ­σομαι εἰς τὸν οἶκόν σου ἐν
Back to Top