Ancient Greek music - Mesomedes (Hymn to Nemesis) by Melismos
Νέμεσι πτερόεσσα βίου ῥοπά,
κυανῶπι θεά, θύγατερ Δίκας,
ἃ κοῦφα φρυάγματα θνατῶν
ἐπέχεις ἀδάμαντι χαλινῷ,
ἔχθουσα δ᾽ ὕβριν ὀλοὰν βροτῶν
μέλανα φθόνον ἐκτὸς ἐλαύνεις.
ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ
χαροπὰ μερόπων στρέφεται τύχα,
λήθουσα δὲ πὰρ πόδα βαίνεις,
γαυρούμενον αὐχένα κλίνεις.
ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς,
νεύεις δ᾽ ὑπὸ κόλπον ὄφρυν ἀεί
ζυγὸν μετὰ χεῖρα κρατοῦσα.
ἵλαθι μάκαιρα δικασπόλε
Νέμεσι πτερόεσσα βίου ῥοπά.
Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν,
Νίκην τανυσίπτερον ὀμβρίμαν
νημερτέα καὶ