August 1st 30 BCE: Octavian enters Alexandria - 1η Αυγούστου 30 π.Χ.: Ο Οκταβιανός στην Αλεξάνδρεια

Αὐτὸς δὲ Καῖσαρ εἰσήλαυνεν εἰς τὴν πόλιν, Ἀρείῳ τῷ φιλοσόφῳ προσδιαλεγόμενος καὶ τὴν δεξιὰν ἐνδεδωκώς, ἵν’ εὐθὺς ἐν τοῖς πολίταις περίβλεπτος εἴη καὶ [80.2] θαυμάζοιτο τιμώμενος ὑπ’ αὐτοῦ διαπρεπῶς. εἰς δὲ τὸ γυμνάσιον εἰσελθὼν καὶ ἀναβὰς ἐπὶ βῆμά τι πεποιημένον, ἐκπεπληγμένων ὑπὸ δέους τῶν ἀνθρώπων καὶ προσπιπτόντων, ἀναστῆναι κελεύσας ἔφη πάσης αἰτίας τὸν δῆμον ἀφιέναι, πρῶτον μὲν διὰ τὸν κτίστην Ἀλέξανδρον, δεύτερον δὲ τῆς πόλεως θαυμάζων τὸ κάλλος καὶ τὸ [80.3] μέγεθος, τρίτον δ’ Ἀρείῳ τῷ ἑταίρῳ χαριζόμενος. ταύτης δὴ τῆς τιμῆς ἔτυχε παρὰ Καίσαρος Ἄρειος. Βίοι_Παράλληλοι/Αντώνιος ENGLISH TRANSLATION LXXX In the meanwhile, Caesar made his entry into Alexandria, with Areius the philosopher at his side, holding him by the hand and talking with him; desiring that all his fellow-citizens should see what honor was paid to him, and should look up to him accordingly from the very first moment. ’s_Lives_(Clough)/Antony
Back to Top