Μεσώδια καθίσματα σταυρώσιμα. Κυριακή γ.΄των νηστειών. Ο Σταυρός σου Κύριε ηγίασται.
Κάνε εγγραφή στο κανάλι. Πάτησε εδώ: Μεσώδια καθίσματα Κυριακή της Σταυροπροσκυνήσεως.
΄΄ Ὁ Σταυρός σου Κύριε ἡγίασται΄΄ . Θανάσης Δασκαλοθανάσης.
ΚΑΘΙΣΜΑΤΑ ΣΤΑΥΡΩΣΙΜΑ
ὁ β’ χορός
Ἦχος πλ. β’
Ὁ Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι’ αὐτοῦ σοι προσπίπτομεν΄ Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σήμερον τὸ Προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Θεοτόκε Παρθένε ἱκέτευε τὸν Υἱόν σου τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ καὶ ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν Θεὸν ἡμῶν σωθῆναι τὰς ψυχὰς ἡμῶν.